Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.201 Dem. 23.205 (English) >>Dem. 23.208

23.203τὸ τελευταῖον δὲ νῦν, ἐπειδὴ Κερσοβλέπτην ἠξίουν ὧν αὐτοῖς ἐδόκει, καὶ περὶ τούτων ἦν σπουδή, προστιθέασιν δύʼ αὐτῷ, τὸν μὲν ὅσʼ ὑμεῖς ἀκηκόατʼ εἰργασμένον κακά, τὸν δʼ ὅλως οὐδεὶς οἶδεν ἀνθρώπων τίς ἐστιν, Εὐδέρκην ὄνομα. τοιγάρτοι διὰ ταῦτʼ, ἄνδρες Ἀθηναῖοι, μικρά, πρὸ τοῦ μεγάλʼ ἦν, φαίνεται, καὶ τὸ πρᾶγμʼ ἤδη καὶ πορρωτέρω βαδίζει καὶ οὐκέτι ταῦτʼ ἀπόχρη, ἀλλʼ εἰ μὴ καὶ φυλάξεθʼ ἕκαστον τούτων, ἐκείνων γʼ οὐδεμία χάρις, ὡς ἔοικεν.

23.204τοῦ μέντοι ταῦθʼ οὕτως αἰσχρῶς προεληλυθέναι, εἰ δεῖ μετὰ παρρησίας εἰπεῖν τἀληθῆ, οὐδένες ὑμῶν, ἄνδρες Ἀθηναῖοι, μᾶλλόν εἰσιν αἴτιοι. οὐδὲ γὰρ δίκην ἔτι λαμβάνειν ἐθέλετε παρὰ τῶν ἀδικούντων, ἀλλὰ καὶ τοῦτʼ ἐξελήλυθεν ἐκ τῆς πόλεως. καίτοι σκέψασθʼ ὡς ἐκόλαζον οἱ πρόγονοι τοὺς ἀδικοῦντας ἑαυτούς, εἰ παραπλησίως ὑμῖν. 23.205ἐκεῖνοι Θεμιστοκλέα λαβόντες μεῖζον ἑαυτῶν ἀξιοῦντα φρονεῖν ἐξήλασαν ἐκ τῆς πόλεως καὶ μηδισμὸν κατέγνωσαν· καὶ Κίμωνα, ὅτι τὴν πάτριον μετεκίνησε πολιτείαν ἐφʼ ἑαυτοῦ, παρὰ τρεῖς μὲν ἀφεῖσαν ψήφους τὸ μὴ θανάτῳ ζημιῶσαι, πεντήκοντα δὲ τάλαντʼ ἐξέπραξαν. καὶ τοῦτον τὸν τρόπον προσεφέροντο τηλικαῦτʼ αὐτοὺς ἀγάθʼ εἰργασμένοις ἀνθρώποις. δικαίως· οὐ γὰρ αὐτοῖς ἀπεδίδοντο τὴν αὑτῶν ἐλευθερίαν καὶ μεγαλοψυχίαν τῶν ἔργων, ἀλλὰ χρηστοὺς μὲν ὄντας ἐτίμων, ἀδικεῖν δʼ ἐπιχειροῦσιν οὐκ ἐπέτρεπον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.201 Dem. 23.205 (English) >>Dem. 23.208

Powered by PhiloLogic